Apolytikion, Kontakion, Megalynarion

Απολυτίκιον

Ηχος γ’. Θείας πίστεως.

Θείας πίστεως περιουσία, διεσκόρπισας τοις δεομένοις τον προσιόντα σοι πλούτον, Φιλάρετε και ευσπλαχνία κοσμήσας τον βίον σου, τον χορηγον του ελέους εδόξασας.  Ον ικέτευε δοθήναι τοις ευφημούσι σε ρανίδα οικτιρμών και θείον έλεος.

 

Κοντάκιον
Ήχος γ. Η Παρθένος σήμερον.

Του Ιώβ κτησάμενος, εν πειρασμοίς την ανδρείαν, τοις πτωχοίς διένειμας, ως συμπαθής τον σον πλούτον. ώφθης γαρ, της ευσπλαγχνίας έμψυχος βρύσις, νάμασι, των θείων τρόπων σου ιλαρύνων, τους εκ πόθου σοι βοωντας. χαίροις θεράπον Χριστού Φιλάρετε.

 

Μεγαλυνάριον

Χαίροις των πενήτων ο προμηθεύς, και των δυστυχούντων, αντιλήπτωρ και βοηθός. χαίροις ο εν οίκτω, τον Λόγον θεραπεύσας, Φιλάρετε τρισμάκαρ, Δικαίων σύσκηνε.

Skin Color
Layout Options
Layout patterns
Boxed layout images
header topbar
header color
header position